ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντοΤροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύωνπολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισινἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτεπαύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴνμνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεναὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστονκείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸνΛαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων ΠηνελόπειαΤηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.