Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
  2. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  3. εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
  4. εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
  5. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  6. ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
  7. Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  8. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
  9. πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  10. ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  11. παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  12. τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  13. ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  14. μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  15. ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  16. αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
  17. κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  18. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  19. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  20. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  21. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  22. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  23. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  24. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  25. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  26. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  27. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  28. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  29. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  30. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  31. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  32. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  33. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  34. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  35. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  36. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  37. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  38. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  39. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  40. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  41. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  42. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  43. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  44. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  45. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  46. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  47. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  48. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  49. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  50. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  51. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  52. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  53. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  54. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  55. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  56. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  57. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  58. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  59. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
  60. μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
  61. ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
  62. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
  63. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  64. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  65. κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
  66. ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
  67. ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
  68. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
  69. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
  70. τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
  71. ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
  72. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
  73. ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
  74. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  75. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  76. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  77. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  78. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  79. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  80. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  81. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  82. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  83. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  84. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  85. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  86. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας