Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  2. ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  3. λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
  4. ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
  5. καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  6. εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
  7. εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
  8. ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  9. ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
  10. Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  11. ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
  12. πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  13. ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  14. παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  15. τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  16. ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  17. μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  18. ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  19. αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
  20. κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  21. ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  22. Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  23. Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.
  24. ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.
  25. δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας,
  26. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν
  27. ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος,
  28. μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν,
  29. ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι
  30. ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
  31. ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
  32. ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο
  33. ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα.
  34. τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν,
  35. Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
  36. Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν
  37. Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς
  38. Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται·
  39. ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους,
  40. δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα.
  41. χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα·
  42. χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν
  43. ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο.
  44. τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
  45. νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ
  46. ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.
  47. ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν.
  48. αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα·
  49. ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε
  50. ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ;
  51. ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός.
  52. οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι
  53. οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν,
  54. ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε,
  55. Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ
  56. κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ
  57. ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες.
  58. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  59. οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις·
  60. κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες
  61. ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται.
  62. καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι
  63. μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν
  64. ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε,
  65. χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών.
  66. τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
  67. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  68. κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις·
  69. ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ
  70. ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν
  71. ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ.
  72. αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ
  73. τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι,
  74. ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον.
  75. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο
  76. ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν,
  77. ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι
  78. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα.
  79. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  80. ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ
  81. ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους·
  82. καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων
  83. Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε
  84. νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς.
  85. καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα,
  86. ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ
  87. καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας,
  88. αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ.
  89. καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας
  90. ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε,
  91. πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν.
  92. ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός,
  93. ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν.
  94. ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο.
  95. κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα,
  96. κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος,
  97. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε·
  98. μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο,
  99. τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός·
  100. τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν·
  101. Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι
  102. Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο
  103. οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν.
  104. καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε
  105. τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς
  106. ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν
  107. κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ.
  108. τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν,
  109. κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν.
  110. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος
  111. Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε
  112. ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι
  113. Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν.
  114. τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  115. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ
  116. εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη·
  117. τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις,
  118. ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων
  119. ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε,
  120. ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα
  121. αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν,
  122. υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους.
  123. ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη,
  124. δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ
  125. χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται
  126. Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν.
  127. ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν,
  128. ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο.
  129. οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
  130. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα·
  131. αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον,
  132. νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων.
  133. ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη,
  134. οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν,
  135. οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε,
  136. οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν
  137. χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο.
  138. τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα,
  139. ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις
  140. Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα
  141. φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά·
  142. ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων
  143. ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης.
  144. αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι,
  145. ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν·
  146. Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε
  147. ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ
  148. Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα·
  149. ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι
  150. καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω.
  151. πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω,
  152. ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι·
  153. ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  154. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί.
  155. αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας,
  156. σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς,
  157. ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν·
  158. ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε,
  159. δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν.
  160. τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν
  161. πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα,
  162. καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν.
  163. ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ,
  164. ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον
  165. μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι,
  166. πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι,
  167. καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν.
  168. πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ
  169. ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν.
  170. ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ
  171. χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι
  172. ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη
  173. δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης,
  174. παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε
  175. οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος.
  176. τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος·
  177. ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες.
  178. ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε
  179. ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν·
  180. ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν,
  181. οἷoν Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ.
  182. οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ
  183. ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι
  184. Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες.
  185. ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε
  186. δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι·
  187. καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ.
  188. τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα,
  189. ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους,
  190. πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν.
  191. αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς
  192. ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας.
  193. νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε
  194. ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι·
  195. ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ.
  196. ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν,
  197. Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν
  198. ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν
  199. νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς·
  200. τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
  201. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  202. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  203. ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον,
  204. οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
  205. ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη
  206. ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
  207. ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν
  208. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
  209. πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας,
  210. χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
  211. αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
  212. δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
  213. οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο,
  214. Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
  215. Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο,
  216. πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
  217. ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
  218. ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος
  219. εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ,
  220. ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
  221. βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
  222. Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
  223. τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως,
  224. ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
  225. δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες.
  226. τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
  227. Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
  228. ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
  229. ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα,
  230. δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
  231. μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς,
  232. μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
  233. τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα
  234. κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
  235. ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
  236. πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
  237. μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων,
  238. ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
  239. λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς
  240. ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
  241. δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
  242. τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
  243. τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
  244. ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
  245. ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
  246. ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος
  247. νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς
  248. κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα
  249. βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν,
  250. ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν,
  251. ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
  252. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον,
  253. τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ
  254. ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς,
  255. κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί,
  256. τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
  257. πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
  258. ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε
  259. ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
  260. ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής,
  261. τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
  262. Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι
  263. ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
  264. οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
  265. νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ
  266. Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
  267. τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς
  268. ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
  269. ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας
  270. ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
  271. ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι
  272. πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν