Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν.
  2. υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην,
  3. ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης
  4. ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον,
  5. ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν,
  6. Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης.