Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  • ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  • ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  • λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
  • ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.
  • καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν
  • εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον
  • εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.
  • ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν
  • ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο
  • Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.
  • ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων
  • πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν
  • ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε
  • παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.
  • τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ,
  • ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν
  • μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν,
  • ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν
  • αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον
  • κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν,
  • ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν
  • Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια
  • Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ.