τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴντυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρωνἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνενλάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖνεἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκονεὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά.ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖρανναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντοΤροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο.ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύωνπολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισινἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτεπαύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο.