Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  2. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  3. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  4. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
  5. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
  6. ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
  7. μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  8. Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
  9. ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι
  4. Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
  5. τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
  6. μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
  7. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  8. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  9. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  10. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  11. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  12. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  13. ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
  14. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  15. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  16. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  17. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  18. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
  19. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  20. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  21. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  22. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  23. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  24. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  25. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  26. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  27. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  28. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
  29. Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  30. νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
  31. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
  32. οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
  33. ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  34. ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  35. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  36. οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  37. πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  38. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
  39. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  40. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
  41. ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  42. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  44. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  45. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  46. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
  47. εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
  48. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
  49. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  50. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  51. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  52. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  53. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
  54. τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  55. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
  56. ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
  57. ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
  58. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  59. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  60. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  61. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  62. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  63. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  64. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  65. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  66. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι