Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  2. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  3. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  4. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  5. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  6. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  7. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  8. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
  9. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.