Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  2. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  3. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  4. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  5. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  6. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  7. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  8. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  9. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.