Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  2. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  3. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  4. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  5. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  6. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  7. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  8. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  9. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  10. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.