Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
  2. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  3. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  4. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  5. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  6. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  7. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  8. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  9. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  10. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  11. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  12. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα