Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  2. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  3. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  4. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
  5. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  6. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,