Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  2. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  3. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  4. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  5. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  6. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.