Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  2. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  3. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  4. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  5. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  6. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  7. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
  8. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  9. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
  10. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  11. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  12. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.