Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  • πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  • ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  • παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  • ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  • νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,