Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  2. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  3. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  4. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  5. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  6. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  7. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  8. νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
  9. νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
  10. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
  11. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
  12. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  13. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  14. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  15. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  16. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  17. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  18. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  19. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  20. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
  21. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  22. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
  23. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  24. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  25. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  26. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  27. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  28. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  29. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  30. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  31. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  32. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  33. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
  34. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
  35. ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
  36. μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  37. Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
  38. ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι
  4. Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
  5. τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
  6. μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
  7. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  8. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  9. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  10. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  11. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  12. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  13. ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
  14. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  15. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  16. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  17. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  18. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
  19. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  20. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  21. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  22. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  23. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  24. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  25. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  26. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  27. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  28. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
  29. Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  30. νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
  31. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
  32. οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
  33. ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  34. ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  35. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  36. οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  37. πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  38. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,
  39. πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς,
  40. εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν.
  41. ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  42. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  43. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
  44. αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
  45. ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν
  46. ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο.
  47. εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει,
  48. ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει.
  49. τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
  50. Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ·
  51. σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς,
  52. ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο
  53. ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ·
  54. τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς.
  55. ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν,
  56. ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε
  57. ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη
  58. ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν.
  59. πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ
  60. κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει
  61. δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ
  62. ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν.
  63. ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα,
  64. κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος.
  65. ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο,
  66. σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι
  67. εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν.
  68. ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο
  69. ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι.
  70. κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ,
  71. πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη.
  72. ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου
  73. θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν
  74. θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν.
  75. ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης.
  76. αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ,
  77. αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην
  78. ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων·
  79. οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται
  80. ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει.
  81. οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν,
  82. ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ,
  83. δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων.
  84. πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
  85. Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων,
  86. ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι·
  87. τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας
  88. αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  89. αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,
  90. εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
  91. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  92. ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν
  93. ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν.
  94. αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης.
  95. αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ,
  96. καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
  97. εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι
  98. νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ.
  99. Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα·
  100. τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ
  101. ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν
  102. ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας.
  103. ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο
  104. οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι.
  105. φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων,
  106. τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο
  107. εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν
  108. οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο,
  109. ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά.
  110. ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι,
  111. τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε.
  112. τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα·
  113. οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι,
  114. ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι
  115. οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν.
  116. ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων,
  117. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  118. σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων,