Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
  2. ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
  3. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  4. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  5. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  6. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  7. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  8. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  9. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  10. νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
  11. νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
  12. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
  13. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
  14. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  15. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  16. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  17. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  18. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  19. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  20. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,