Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  2. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  3. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  4. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  5. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  6. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
  7. σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.