Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  2. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  3. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
  4. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  5. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  6. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  7. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  8. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  9. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
  10. σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
  11. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
  12. ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
  13. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  14. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  15. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  16. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,