Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  2. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  3. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  4. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
  5. Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
  6. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  7. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  8. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
  9. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  10. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  11. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  12. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  13. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  14. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι