Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  2. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  3. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  4. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  5. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  6. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  7. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  8. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  9. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,