Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
  2. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  3. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  4. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  5. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  6. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  7. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  8. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  9. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  10. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
  11. Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
  12. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  13. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  14. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
  15. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  16. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  17. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  18. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  19. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  20. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
  21. σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
  22. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
  23. ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
  24. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  25. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  26. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  27. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  28. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  29. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  30. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  31. νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
  32. νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
  33. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
  34. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
  35. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  36. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  37. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  38. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  39. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  40. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  41. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  42. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  43. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
  44. τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
  45. εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
  46. εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
  47. ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
  48. ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
  49. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  50. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
  51. ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
  52. ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
  53. ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
  54. κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
  55. ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
  56. μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
  57. Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
  58. ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
  59. μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  60. Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
  61. ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
  1. Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
  2. ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
  3. οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι
  4. Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
  5. τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
  6. μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
  7. Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
  8. μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
  9. σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
  10. ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
  11. ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
  12. λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
  13. ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
  14. νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
  15. ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
  16. οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
  17. οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
  18. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
  19. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  20. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  21. τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
  22. τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
  23. οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
  24. ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
  25. Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
  26. ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
  27. μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
  28. ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
  29. Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
  30. νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
  31. νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
  32. οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
  33. ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
  34. ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
  35. Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
  36. οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,
  37. πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν,
  38. χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες,