Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  2. ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
  3. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  4. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  5. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  6. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  7. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  8. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·