Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι·
  • ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν·
  • ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί,
  • κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς
  • ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον,
  • Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς,
  • Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς
  • καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι.
  • τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν.
  • ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν
  • τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος,
  • ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι.
  • ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων
  • ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν
  • λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο·
  • ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω.