Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
- δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
- πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
- ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
- μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
- ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
- βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
- νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
- ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
- ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
- πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
- τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
- ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
- ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
- ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
- κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
- ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
- ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
- ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
- δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
- τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
- εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
- εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
- Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
- τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
- πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
- ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
- παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
- ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
- εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
- οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
- κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
- σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
- ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
- τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
- πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
- καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
- πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
- ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
- παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
- ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
- νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
- νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
- τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
- τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
- ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·