Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  2. τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
  3. δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
  4. πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
  5. ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
  6. μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.