Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
  2. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  3. ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
  4. ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
  5. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  6. τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
  7. δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε