Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
  • ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
  • μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
  • πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
  • ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
  • δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.