νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκονμὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαιἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶνεὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίωπάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαοἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσιδώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.