Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  2. ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
  3. ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
  4. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  5. νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
  6. ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
  7. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
  8. σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
  9. μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
  10. ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  11. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
  12. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,