Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  2. ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  3. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  4. δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  5. καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  6. Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  7. εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  8. ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
  9. ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
  10. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  11. νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
  12. ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
  13. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
  14. σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον