Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  • τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  • ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  • ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  • δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  • καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  • Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  • εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  • ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
  • ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.