Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  • παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  • ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  • νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
  • ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
  • σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
  • ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
  • ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
  • εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  • τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  • ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  • ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  • δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  • καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  • Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  • εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας