Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
  2. οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
  3. πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
  4. τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
  5. κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
  6. ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
  7. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  8. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  9. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  10. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
  11. ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
  12. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
  13. ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
  14. ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
  15. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  16. τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,