Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
  2. ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
  3. τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  4. δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
  5. ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
  6. οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
  7. πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
  8. τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
  9. κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
  10. ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
  11. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  12. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  13. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  14. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
  15. ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
  16. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
  17. ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
  18. ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
  19. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  20. τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  21. ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  22. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  23. δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  24. καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  25. Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  26. εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  27. ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
  28. ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
  29. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  30. νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
  31. ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
  32. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
  33. σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
  34. μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
  35. ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  36. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
  37. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  38. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  39. εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
  40. ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
  41. μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
  42. πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
  43. ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
  44. δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
  45. ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
  46. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
  47. εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
  48. ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
  49. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
  50. εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
  51. ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
  52. τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
  53. μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
  54. ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
  55. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
  56. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  57. ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
  58. ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
  59. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  60. τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
  61. δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
  62. πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
  63. ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
  64. μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
  65. ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
  66. βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  67. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
  68. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  69. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
  70. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
  71. τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
  72. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  73. ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  74. ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
  75. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  76. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  77. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  78. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  79. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  80. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  81. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  82. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  83. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
  84. Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
  85. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  86. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  87. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
  88. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  89. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  90. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  91. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  92. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  93. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
  94. σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
  95. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
  96. ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
  97. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  98. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  99. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  100. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  101. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  102. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  103. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  104. νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
  105. νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
  106. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
  107. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
  108. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  109. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  110. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  111. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  112. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
  113. τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
  114. ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
  115. Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
  116. ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.