Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
  2. Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
  3. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  4. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  5. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  6. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
  7. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  8. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·