Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
  2. αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
  3. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
  4. μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
  5. Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
  6. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  7. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  8. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,