ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντεςὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶνὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼνἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργαφαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.