Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  • κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  • ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  • ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  • μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  • ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  • οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  • κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  • ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
  • οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
  • οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
  • ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
  • ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
  • κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
  • ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα