Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  2. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  3. ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  4. ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  5. μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  6. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  7. οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  8. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  9. ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,