Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  2. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  3. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  4. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  5. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  6. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  7. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  8. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  9. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  10. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  11. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  12. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
  13. μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
  14. κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
  15. αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
  16. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
  17. τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  18. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  19. ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  20. ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  21. μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  22. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  23. οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  24. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  25. ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
  26. οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
  27. οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
  28. ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
  29. ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
  30. κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
  31. ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
  32. φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
  33. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
  34. αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
  35. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
  36. μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
  37. Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ