Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  2. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  3. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  4. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  5. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  6. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  7. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  8. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  9. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  10. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  11. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  12. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  13. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  14. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  15. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  16. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος