Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  2. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  3. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  4. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
  5. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  6. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  7. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  8. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  9. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  10. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  11. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  12. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  13. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  14. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  15. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  16. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  17. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  18. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  19. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  20. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  21. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  22. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  23. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  24. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  25. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  26. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
  27. μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
  28. κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
  29. αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
  30. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
  31. τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  32. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  33. ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  34. ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  35. μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  36. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  37. οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  38. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  39. ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
  40. οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
  41. οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
  42. ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
  43. ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
  44. κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
  45. ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
  46. φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
  47. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
  48. αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
  49. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
  50. μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
  51. Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
  52. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  53. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  54. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  55. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
  56. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  57. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  58. κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
  59. νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
  60. ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
  61. ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
  62. τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
  63. οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
  64. θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
  65. πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
  66. ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
  67. τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  68. δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
  69. ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο