Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  2. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  3. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  4. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  5. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  6. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
  7. αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
  8. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  9. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  10. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  11. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
  12. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  13. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  14. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  15. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  16. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  17. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  18. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  19. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  20. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  21. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  22. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  23. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  24. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  25. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  26. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  27. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  28. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  29. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  30. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  31. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  32. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  33. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
  34. μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
  35. κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
  36. αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
  37. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
  38. τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  39. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  40. ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  41. ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  42. μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  43. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  44. οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  45. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  46. ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
  47. οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
  48. οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
  49. ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
  50. ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
  51. κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
  52. ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
  53. φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
  54. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
  55. αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
  56. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο