Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  2. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  3. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  4. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  5. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  6. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  7. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·