Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  2. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  3. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  4. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  5. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  6. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  7. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  8. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  9. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  10. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·