Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
  2. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
  3. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  4. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  5. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  6. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  7. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  8. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  9. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,