Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  2. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  3. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  4. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  5. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
  6. ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;