Odyssey

Homer

Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.

  1. δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
  2. ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
  3. Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
  4. ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
  5. τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
  6. Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
  7. Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
  8. ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
  9. νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
  10. Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
  11. δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
  12. ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
  13. ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
  14. ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
  15. ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
  16. τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
  17. νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
  18. κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
  19. θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
  20. καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
  21. ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
  22. ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
  23. τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
  24. αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
  25. ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
  26. αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
  27. κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
  28. οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
  29. Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
  30. ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
  31. χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
  32. ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
  33. τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
  34. μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
  35. τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
  36. ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
  37. πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
  38. ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
  39. Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
  40. ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
  41. νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
  42. ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
  43. Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
  44. ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
  45. ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
  46. ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
  47. ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
  48. ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
  49. αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
  50. οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
  51. μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
  52. κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
  53. αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
  54. βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
  55. τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
  56. κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
  57. ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
  58. ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
  59. μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
  60. ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
  61. οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
  62. κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
  63. ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
  64. οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
  65. οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
  66. ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
  67. ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
  68. κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
  69. ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
  70. φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
  71. τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
  72. αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
  73. ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
  74. μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
  75. Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
  76. οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
  77. ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
  78. ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
  79. δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
  80. δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
  81. ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
  82. κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
  83. νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
  84. ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
  85. ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
  86. τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
  87. οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
  88. θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
  89. πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
  90. ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
  91. τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
  92. δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
  93. ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
  94. οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
  95. πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
  96. τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
  97. κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
  98. ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
  99. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  100. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  101. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
  102. νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
  103. ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
  104. σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
  105. ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
  106. ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
  107. εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
  108. τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
  109. ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
  110. ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
  111. δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
  112. καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
  113. Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
  114. εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
  115. ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
  116. ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
  117. τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
  118. νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
  119. ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
  120. ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
  121. σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
  122. μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
  123. ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
  124. ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
  125. ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
  126. εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
  127. εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
  128. ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
  129. μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
  130. πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
  131. ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
  132. δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
  133. ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
  134. ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
  135. εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
  136. ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
  137. κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
  138. εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
  139. ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
  140. τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
  141. μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
  142. ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
  143. μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
  144. ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
  145. ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
  146. ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
  147. ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
  148. τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
  149. δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
  150. πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
  151. ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
  152. μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
  153. ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
  154. βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
  155. νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
  156. ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
  157. ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
  158. πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
  159. τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
  160. ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
  161. ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
  162. ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
  163. κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
  164. ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
  165. ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
  166. ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
  167. δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
  168. τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
  169. εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
  170. ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
  171. εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
  172. Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
  173. τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
  174. πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
  175. ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
  176. παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
  177. ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
  178. στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
  179. εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
  180. οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
  181. κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
  182. σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
  183. τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
  184. ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
  185. τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
  186. πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
  187. καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
  188. πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
  189. ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
  190. παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
  191. ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
  192. νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
  193. νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
  194. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
  195. τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
  196. ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
  197. δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
  198. ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
  199. τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
  200. θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·