Odyssey
Homer
Homer. The Odyssey, Volume 1-2. Murray, A. T. (Augustus Taber), editor. London: William Heinmann; New York: G.P. Putnam's Sons, 1919.
- σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον.
- ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο.
- μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο
- δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες
- ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες.
- Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής,
- ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
- τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν
- Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν·
- Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί,
- ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος;
- νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς
- Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι
- δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ
- ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην.
- ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο
- ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ
- ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ.
- τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Εὐπείθεος υἱός·
- νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ
- κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ
- θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι.
- καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ,
- ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν,
- ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ.
- τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα·
- αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος,
- ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ
- αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη.
- κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας,
- οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα
- Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει.
- ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον
- χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε.
- ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός,
- τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ.
- μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων.
- τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός,
- ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
- πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην·
- ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη
- Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.
- ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως
- νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους.
- ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ
- Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι.
- ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους,
- ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω
- ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
- ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός.
- ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον.
- αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος.
- οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος
- μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον·
- κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς
- αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον.
- βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ·
- τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια·
- κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί;
- ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο
- ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι;
- μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες
- ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν·
- οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν,
- κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν
- ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες,
- οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν,
- οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν
- ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων·
- ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη.
- κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει.
- ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα
- φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων.
- τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς·
- αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη.
- ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο
- μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων·
- Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ
- οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
- ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
- ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
- δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε
- δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή.
- ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε·
- κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ
- νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι
- ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν.
- ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται;
- τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς·
- οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ
- θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται
- πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν.
- ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος.
- τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη
- δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων,
- ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο
- οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον
- πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί.
- τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια·
- κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν
- ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο·
- ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
- παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
- ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος.
- νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι
- ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα.
- σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη
- ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ,
- ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν.
- εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα,
- τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο,
- ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν.
- ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα,
- δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ,
- καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα
- Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ,
- εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας
- ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν
- ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο.
- τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
- νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ
- ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω.
- ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε,
- σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον
- μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι
- ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι,
- ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς.
- ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα,
- εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν
- εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο·
- ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι.
- μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω
- πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο
- ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι
- δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς.
- ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο.
- ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα
- εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν,
- ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ·
- κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη,
- εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς
- ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε,
- τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον,
- μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας.
- ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς.
- μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα·
- ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
- ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια
- ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται.
- ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
- τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε·
- δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε
- πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω.
- ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν
- μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν.
- ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους,
- βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
- νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν,
- ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ,
- ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν,
- πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν·
- τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες.
- ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
- ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
- ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια
- κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος,
- ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων,
- ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη.
- ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ
- δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι,
- τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος·
- εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα.
- ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη·
- εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί,
- Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο,
- τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων.
- πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο,
- ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν
- παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος.
- ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα,
- στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν·
- εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ;
- οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες
- κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι
- σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι.
- τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια,
- ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν·
- τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε
- πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις·
- καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων
- πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν,
- ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα,
- παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν,
- ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος·
- νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός,
- νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων.
- τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου·
- τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν,
- ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ·
- δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται,
- ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
- τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
- θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην·
- τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι
- ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ,
- Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει·
- ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι.
- τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
- εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς,
- εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον,
- ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο,
- ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι.
- τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν·
- οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω,
- ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν.
- ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη
- ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε
- κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη,
- ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.
- μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα
- Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες.
- ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα,
- μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης,
- Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ
- ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί.
- Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο
- ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν·
- οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι
- Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον.
- τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος
- μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης·
- Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες,
- μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω
- σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς,
- ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
- ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
- λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
- ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων
- νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ
- ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι·
- οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι,
- οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης.
- νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν
- οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν
- ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν.
- τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
- τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
- οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή,
- ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών;
- Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ,
- ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται,
- μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται.
- ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα·
- Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι,
- νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν,
- νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται
- οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων·
- ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων
- ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο,
- Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
- οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν,